1.

[10.63] καὶ οἱ μὲν αἰσθητὸν εἶναι λέγοντες πρᾶγμα τὴν κίνησιν πιστοῦνται τὸ τοιοῦτο ἐκ τοῦ μὴ τὸ αὐτὸ ἐγγίνεσθαι πάθος τῇ αἰσθήσει, οἷον τῇ ὄψει, ἀπό τε τοῦ κινουμένου σώματος, ὅτε κινεῖται, καὶ ἀπὸ τοῦ ἠρεμοῦντος, ὅτε ἠρεμεῖ, ἀλλὰ διάφορον μὲν ἀπὸ τοῦ ἀκινητίζοντος, ἀλλοῖον δὲ ἀπὸ τοῦ κινουμένου, ὥστε κατὰ τοῦτο αἰσθήσει ληπτὴν εἶναι τὴν κίνησιν.