1.

[10.64] οἱ δὲ ἀξιοῦντες μὴ αἰσθήσει ταύτην λαμβάνεσθαι, ἀλλὰ δι' αἰσθήσεως μὲν διανοίᾳ δέ, φασὶν ὅτι πᾶσα κίνησις κατὰ συμμνημόνευσιν γίνεται˙ ἀναφέροντες γὰρ ὡς τόδε τὸ σῶμα πάλαι μὲν 〈ἐν〉 τῷδε τῷ τόπῳ ἐτύγχανε, νῦν δὲ ἔστιν ἐν τῷδε, ἔννοιαν λαμβάνομεν τῆς κινήσεως καὶ τοῦ κεκινῆσθαι. αὐτὸ δὲ τό γε μνημονεύειν οὐκ ἀλόγου τινὸς αἰσθήσεως, λογικῆς δὲ δυνάμεώς ἐστιν ἔργον. οὐκ ἄρα τῇ αἰσθήσει, διανοίᾳ δὲ συμβέβηκε λαμβάνεσθαι τὴν κίνησιν.