1.

[10.65] ἄλλως τε˙ πᾶσα κίνησις κατὰ ἀπόλειψιν καὶ ἐπίληψιν τόπου νοεῖται. ἡ δὲ αἴσθησις οὔτε τόπον δύναται λαμβάνειν (οὐθεὶς γὰρ τόπος αἰσθητός ἐστιν), οὔτε ἐπίληψιν καὶ ἀπόλειψιν˙ (μνημονικῶς γὰρ ταῦτα θεωρεῖται, ἡ δὲ αἴσθησις ἄλογος οὖσα ἐστὶν ἀμνήμων). οὐκ ἄρα αἰσθητόν τι ἐστὶν ἡ κίνησις.