1.

[10.66] Πλὴν ἐάν τε αἰσθήσει προηγουμένως λαμβάνηται, ἐάν τε διανοίᾳ, ἀδιάφορον˙ ἐκεῖνο γὰρ συμφανές ἐστιν, ὅτι συνᾴδειν δοκεῖ τῷ εἶναι κίνησιν ἡ ἐνάργεια. παρ' ἣν αἰτίαν καὶ οἱ δογματικοὶ φιλόσοφοι οὐκ ἄλλοθεν εἰώθασι δυσωπεῖν τοὺς ἀπορητικοὺς ἢ ἀπὸ ταύτης.