1.

[10.67] (§§ 67-68 Cfr. PH III 66) πῶς γάρ, φασίν, εἴπερ μὴ ἔστι κίνησις, ἥλιος ἀπὸ ἀνατολῆς μέχρι δύσεως τοὺς ἰδίους σταδιεύει δρόμους; ἢ πῶς ὡρῶν γίγνονται μεταβολαί, ἔαρος καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος; παρὰ γὰρ τὰς τοῦ ἡλίου κινήσεις συνεγγισμούς τε καὶ ἀποστάσεις αὗται συμβαίνουσιν.