HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,68
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,68.rdf
1.
[10.68] πῶς δὲ καὶ νῆες ἀναχθεῖσαι ἐκ λιμένων εἰς ἑτέρους κατάγονται λιμένας; τίνα δὲ τρόπον
ὁ ἀναιρῶν τὴν κίνησιν ἀπορητικὸς ἕωθεν προελθὼν τῆς οἰκίας καί τινα τῶν κατὰ τὸν βίον
πραγματευσάμενος πάλιν ὑποστρέφει; πάντα γὰρ ταῦτα ἀναντίρρητά ἐστι τῆς κινήσεως τεκμήρια. ὅθεν
καὶ
τῶν παλαιῶν τις Κυνικῶν> (Cfr.
PH
II 444) τοὺς κατὰ τῆς κινήσεως ἐρωτώμενος λόγους
ἀπεκρίνατο μὲν οὐδὲ ἕν, ἀναστὰς δὲ περιεπάτει, δι' αὐτῆς τῆς ἐναργείας τὴν ἄνοιαν τοῦ σοφιστοῦ
ὀνειδίζων.