1.

[10.69] καὶ ἄλλα δὲ παμπληθῆ τοιαῦτ' εἰώθασιν οἱ ἐξ ἐναντίας λέγειν ὑπὲρ τοῦ κίνησιν εἶναι. οἷς καὶ ἡμεῖς ὡς ἀποχρώσῃ συνηγορίᾳ πρὸς κατασκευὴν τοῦδε τοῦ μέρους ἀρκεσθέντες εἰς τοὐναντίον ἐπιχειρήσομεν. ἐὰν γὰρ ἴσον δειχθῇ κατά τε πίστιν καὶ ἀπιστίαν τῷ εἶναι κίνησιν τὸ μὴ εἶναι κίνησιν, πάντως ἀκολουθήσει τὸ μηθετέρῳ μὲν συναινεῖν, ἐπέχειν δὲ περὶ ἀμφοτέρων.