1.

[10.71] εἰ γὰρ τὸ κινούμενον συνακολουθοῦντος αὐτῷ τοῦ κινοῦντος κινεῖται, δεήσει τῷ ὁποιῳδηποτοῦν κινουμένῳ ἑνὶ πάντα συνακολουθεῖν. εἰ γὰρ λόγου χάριν ἕκαστον τῶν εἴκοσι τεσσάρων στοιχείων ὑπὸ ἑτέρου κινεῖται, ἀναγκαῖον τῷ ἄλφα κινουμένῳ ὑπὸ τοῦ βῆτα συνακολουθεῖν τὰ λοιπά, ἐπείπερ ὡς ἕπεται τῷ ἄλφα τὸ βῆτα κινοῦν τὸ ἄλφα, οὕτω καὶ τῷ βῆτα συνακολουθήσει τὸ γάμμα κινητικὸν ὂν αὐτοῦ, καὶ τῷ γάμμα τὸ δέλτα, καὶ μέχρι τοῦ ω.