1.

[10.72] τοίνυν καὶ ἐπὶ τῶν κατὰ τὸν κόσμον πραγμάτων, εἰ ἕκαστον τῶν κινουμένων ἀκολουθοῦν ἔχειν ὀφείλει τὸ κινοῦν, ἑνὶ κινουμένῳ πάντα συνακολουθήσει. ἄτοπον δέ γε ἑνὸς κινουμένου πάντα λέγειν κινεῖσθαι˙ οὐκ ἄρα ἕπεται τῷ κινουμένῳ τὸ κινοῦν.