1.

[10.73] εἰ δὲ χωρίζεται αὐτοῦ, καθάπερ ἡ χεὶρ ἀφίσταται τῆς ἀποπαλλομένης σφαίρας, ἀνάγκη παθόν πως καὶ διατεθὲν ὑπὸ τοῦ κινοῦντος τὸ κινούμενον ποιεῖσθαι τὴν ἀπ' αὐτοῦ φοράν. ἐπεὶ οὖν τὸ πάσχον οὐκ ἄλλως πέφυκε πάσχειν, εἰ μὴ κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μεταβολήν, δεήσει καὶ τὸ κινούμενόν τι τούτων παθὸν ὑπὸ τοῦ κινοῦντος κινεῖσθαι, ὡς ἂν μηδὲν αὐτῶν πάθῃ, χωρισθέντος τοῦ κινοῦντος στήσεται.