1.

[10.75] καὶ ἄλλως˙ εἰ παθὸν κατὰ ἀφαίρεσιν ἢ κατὰ πρόσθεσιν ἢ κατὰ μεταβολὴν κινεῖται τὸ κινούμενον, αἱ ἄτομοι οὐ κινηθήσονται διὰ τὸ μήτε πρόσθεσιν μήτε ἀφαίρεσιν μήτε μεταβολὴν ἐπιδέχεσθαι. τοίνυν οὐδὲ ὑπὸ ἑτέρου κινεῖται τὸ κινούμενον. εἰ γάρ, ἵνα ὑπὸ ἑτέρου κινηθῇ, δεῖ συνακολουθοῦντος αὐτῷ ἐκείνου κινεῖσθαι ἢ μὴ συνακολουθοῦντος, δέδεικται δὲ ἑκάτερον ἀδύνατον, λεκτέον μὴ ὑπὸ ἑτέρου κινεῖσθαι.