1.

[10.76] καὶ μὴν εἰ πᾶν τὸ κινούμενον ὑπ' ἄλλου τινὸς κινεῖται, ἤτοι τὸ κινοῦν αὐτὸ κινεῖται ἢ ἀκινητίζει. καὶ ἀκινητίζειν μὲν ἀδύνατον˙ τὸ γὰρ κινοῦν ἐνεργεῖ τι, τὸ δὲ ἐνεργοῦν κινεῖται, τὸ ἄρα κινοῦν κινεῖται. εἰ δὲ κινεῖται, ἐπεὶ πᾶν τὸ κινούμενον ὑπ' ἄλλου τινὸς κινεῖται, δεήσει καὶ τὸ κινούμενον ὑπὸ τρίτου τινὸς κινεῖσθαι, καὶ τὸ τρίτον ὑπὸ τοῦ τετάρτου, καὶ τὸ τέταρτον ὑπὸ τοῦ πέμπτου, καὶ οὕτως εἰς ἄπειρον, ὥστε ἄναρχον γίνεσθαι τὴν κίνησιν. τοῦτο δὲ ἦν ἄτοπον˙ οὐκ ἄρα τὸ κινούμενον ὑπ' ἄλλου κινεῖται.