1.

[10.77] Καὶ μὴν οὐδ' αὐτὸ ὑφ' ἑαυτοῦ κινηθήσεται. εἰ γὰρ αὐτοκίνητόν ἐστιν, ἤτοι πάντῃ κινητὴν ἔχει τὴν φύσιν ἢ εἴς τινα διάστασιν, οἷον ἐπὶ τῶν πρώτων καὶ στοιχειωδῶν σωμάτων, ἐπεὶ καὶ πρὸς τοὺς φυσικούς ἐστιν ὁ λόγος. ἀλλ' εἰ μὲν πάντῃ κινητὴν ἔχει τὴν φύσιν, οὐ κινήσεται˙