1.

[10.78] οὔτε γὰρ ἄνω ἐνεχθήσεται διὰ τὸ καὶ εἰς τὸ κάτω κινητὴν ἔχειν τὴν φύσιν, οὔτε κάτω διὰ τὸ καὶ εἰς τὸ ἄνω, οὔτε πρόσω διὰ τὸ καὶ εἰς τὸ ὀπίσω, οὔτ' ὀπίσω διὰ τὸ καὶ εἰς τοὔμπροσθεν. καὶ ἐπὶ τῶν λειπομένων δυεῖν διαστάσεων ὁ αὐτὸς λόγος.