1.

[10.79] εἰ δὲ εἴς τινα διάστασιν κινητὴν ἔχει τὴν φύσιν, εἰ μὲν εἰς τὴν ἄνω ὥσπερ τὸ πῦρ καὶ ὁ ἀήρ, πάντ' ἄνω κινήσεται, εἰ δὲ εἰς τὴν κάτω μόνον ὡς γῆ καὶ ὕδωρ, πάντα εἰς τὸ κάτω. εἰ δὲ τινὰ μὲν εἰς τὴν ἄνω διάστασιν κινητὴν ἔχει τὴν φύσιν, τινὰ δὲ εἰς τὴν κάτω, οὐ γενήσεται ἐκ κινουμένων σωμάτων σύγκριμα.