1.

[10.81] εἴτ' ἀπὸ τῶν περάτων ὑποκέοιτο ὡς ἐπὶ τὸ μέσον συνωθούμενα, πάντως ἢ κατὰ τὴν αὐτὴν κάθετον ἐνεχθήσεται ἢ οὐ κατὰ τὴν αὐτήν. καὶ εἰ μὲν κατὰ τὴν αὐτὴν φέροιτο, ἐξ ἀνάγκης καὶ ἀντιπεσεῖται ἀλλήλοις, καὶ οὕτως ἢ ἰσοκρατοῦντα στήσεται μηθετέρου νικῶντος, μήτε τοῦ κάτω βιαζομένου μήτε τοῦ ἄνω (ἄτοπον δὲ λέγειν στάσιν γίνεσθαι ἐν τοῖς φύσει κινουμένοις),