1.

[10.84] εἴτε δὲ προωστικῶς κινοίη, ἔσται ἐξόπισθεν ἑαυτοῦ (τὸ γὰρ προωθοῦν ἐξόπισθέν ἐστι τοῦ προωθουμένου), εἴτε ἐπισπαστικῶς, ἔσται ἔμπροσθεν αὑτοῦ, εἴτε ἀνοχλητικῶς καὶ θλιπτικῶς, ὑποκάτω αὑτοῦ. ἀδύνατον δέ γε νοεῖν τὸ αὐτὸ ἤτοι ὄπισθεν ἑαυτοῦ ἢ ἔμπροσθεν ἢ ὑποκάτω˙ οὐκ ἄρα αὐτοκίνητόν ἐστι τὸ κινούμενον. εἰ δὲ μήτε ὑπ' ἄλλου κινεῖται τὸ κινούμενον μήτε ὑφ' ἑαυτοῦ, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μὴ κινεῖσθαι τὸ κινούμενον.