1.

[10.86] τὸ γὰρ ἀμερὲς σῶμα ὀφείλει ἐν ἀμερεῖ τόπῳ περιέχεσθαι, καὶ διὰ τοῦτο μήτε ἐν αὐτῷ κινεῖται (ἐκπεπλήρωκε γὰρ αὐτόν, δεῖ δὲ τόπον ἔχειν μείζονα τὸ κινησόμενον), μήτε ἐν ᾧ μὴ ἔστιν˙ οὔπω γὰρ ἔστιν ἐν ἐκείνῳ, ἵνα καὶ ἐν αὐτῷ κινηθῇ. ὥστε οὐδὲ κινεῖται. κεκίνηται δὲ κατὰ λόγον˙ τὸ γὰρ πρότερον ἐν τῷδε τῷ τόπῳ θεωρούμενον, τοῦτο ἐν ἑτέρῳ νῦν θεωρεῖται τόπῳ˙ ὅπερ οὐκ ἂν ἐγεγόνει μὴ κινηθέντος αὐτοῦ. οὗτος μὲν οὖν ὁ ἀνὴρ ἐπαρήγειν θελήσας τῷ οἰκείῳ δόγματι ἄτοπόν τι προσήκατο˙ πῶς γὰρ οὐκ ἄτοπον τὸ μηδενὸς κινουμένου λέγειν τι κεκινῆσθαι; οἱ δὲ ἀπὸ τῆς σκέψεως ἐπ' ἴσης καὶ περὶ τοῦ κινεῖσθαι καὶ περὶ τοῦ κεκινῆσθαι ἀποροῦντες οὐδὲν ἄτοπον προσδέξονται, καθάπερ Διόδωρος προσήκατο.