1.

[10.88] καὶ ὁ μὲν λόγος τοιοῦτος, ἡ δὲ παραμυθία τῶν λημμάτων αὐτοῦ προφανής. δυεῖν γὰρ ὄντων τόπων, ἑνὸς μὲν τοῦ ἐν ᾧ τι ἔστιν, δευτέρου δὲ τοῦ ἐν ᾧ μὴ ἔστιν, καὶ τρίτου παρὰ τούτους μηδ' ἐπινοεῖσθαι δυναμένου, δεῖ τὸ κινούμενον, εἰ ὄντως κινεῖται, ἐν τῷ ἑτέρῳ τούτων κινεῖσθαι˙ ἐν γὰρ τῷ ἀνεπινοήτῳ οὐκ ἂν κινοῖτο. ἐν ᾧ μὲν οὖν ἔστι τόπῳ οὐ κινεῖται˙ ἐκπεπλήρωκε γὰρ αὐτόν˙ καὶ ἐφ' ὅσον ἔστιν ἐν αὐτῷ, μένει˙ μένον δὲ ἐν αὐτῷ οὐ κινεῖται.