1.

[10.89] ἐν ᾧ δὲ μὴ ἔστι, πάλιν ἀδύνατον αὐτὸ κινεῖσθαι˙ ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὔτε δρᾶσαί τι οὔτε παθεῖν δύναται, κατὰ ταὐτὰ δὲ οὐδὲ κινεῖσθαι, καὶ ὡς οὐκ ἄν τις λέγοι τὸν ἐν Ῥόδῳ ὄντα ἐν Ἀθήναις κινεῖσθαι, οὕτως οὐδὲ κοινῶς πᾶν σῶμα ἐρεῖ ἐν ἐκείνῳ κινεῖσθαι τῷ τόπῳ, ἔνθα μὴ ἔστιν.