1.

[10.90] ὅθεν εἰ δύο εἰσὶ τόποι, ὅ τε ἐν ᾧ ἔστι καὶ ἐν ᾧ μὴ ἔστι, δέδεικται δ' ἐν μηδετέρῳ τούτων δυνάμενον κινεῖσθαι τὸ κινούμενον, οὐκ ἂν εἴη τὸ κινούμενον.
Τοιαύτη μὲν καὶ ἡ τοῦ λόγου παραμυθία˙ ποικίλως δὲ καὶ ὑπὸ πολλῶν ἀντείρηται, ὧν τὰς ἐνστάσεις παρακειμένως ἐκθησόμεθα.