1.

[10.93] (§ 93 Cfr. PH III 72) ἄλλοι δέ φασι δύνασθαί τι ἐν ᾧ περιέχεται τόπῳ κινεῖσθαι˙ αἱ γὰρ περὶ τοῖς κνώδαξιν εἱλούμεναι σφαῖραι καὶ οἱ περιδινούμενοι ἄξονες καὶ ἤδη τὰ τύμπανα καὶ οἱ κεραμευτικοὶ τροχοὶ καὶ ἄλλα παμπληθῆ τούτοις ἐοικότα σώματα κινεῖται μέν (Cfr. §§ 51 et 103), ἐν ᾧ δὲ ἔστι τόπῳ κινεῖται, ὥστε ψεῦδος εἶναι ἕν τι τοῦ λόγου λῆμμα, τὸ μὴ κινεῖσθαί τι ἐν ᾧ ἔστι τόπῳ.