1.

[10.94] (§ 94 Cfr. PH III 73) ἄλλοι δὲ παρὰ τὴν ἔννοιαν τῆς κινήσεως ἠρωτῆσθαί φασι τὸν λόγον. τὸ γὰρ κινούμενον νοεῖται σὺν τόπῳ τῷ ἀφ' οὗ κινεῖται καὶ τῷ εἰς ὃν κινεῖται˙ διόπερ ὅταν λέγῃ ὁ Διόδωρος ῾῾εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν᾽᾽, μοχθηρόν τι καὶ παρὰ τὴν τῆς κινήσεως νόησιν λέγει, παρόσον τὸ κινούμενον οὔτε ἐν ᾧ ἔστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ μὴ ἔστιν, ἀλλὰ κατ' ἀμφοτέρων, τοῦ τε ἀφ' οὗ κινεῖται καὶ τοῦ εἰς ὅν.