1.

[10.95] (§ 95 Cfr. PH III 75) ἦσαν δὲ οἳ καὶ ἀμφιβολίαν διεστέλλοντο. τὸ γὰρ ἐν τόπῳ περιέχεσθαι δύο σημαίνειν φασίν, ἓν μὲν ἐν τόπῳ τῷ κατὰ πλάτος, ὡς ὅταν λέγωμέν τινα ἐν Ἀλεξανδρείᾳ εἶναι (Cfr. § 15, ἕτερον δὲ ἐν τῷ τόπῳ τῷ κατ' ἀκρίβειαν, καθὸ κἀμοῦ λέγοιτ' ἂν εἶναι τόπος ὁ περιτετυπωκὼς τὴν ἐπιφάνειάν μου τοῦ σώματος ἀήρ, καὶ ἀμφορεὺς τοῦ ἐν αὐτῷ περιεχομένου προσαγορεύεται τόπος. διχῶς δὴ καλουμένου νῦν 〈τοῦ〉 τόπου, φασὶ δύνασθαι τὸ κινούμενον ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαι, τῷ κατὰ πλάτος, ἔχοντι διάστημα καθ' ὃ γενήσεται τὰ τῆς κινήσεως.