1.

[10.96] τινὲς δὲ καὶ ἀπέραντον εἶναι ᾠήθησαν τὸν τοῦ Διοδώρου λόγον, ἐπείπερ ἄρχεται μὲν ἀπὸ διεζευγμένου, ψευδοποιεῖ δὲ τοῦτο διὰ τῶν ἑξῆς, ἑκάτερον τῶν ἐν αὐτῷ δεικνὺς ψεῦδος, τό τε ἐν ᾧ μὴ ἔστι τι τόπῳ κινεῖσθαι καὶ τὸ ἐν ᾧ ἔστιν.