1.

[10.97] Τοιαῦται μὲν αἱ πρὸς τὸν λόγον ἐνστάσεις˙ δοκεῖ δὲ Διόδωρος πρὸς τὴν πρώτην (Cfr. §§ 91 sqq.) εὐθὺς ὑπηντηκέναι διδάσκων, ὅτι ἐνδέχεται τῶν συντελεστικῶν ἀληθῶν ὄντων τὰ τούτων παρατατικὰ ψευδῆ τυγχάνειν. ἔστω γάρ τινα πρὸ ἐνιαυτοῦ γεγαμηκέναι καὶ ἕτερον μετ' ἐνιαυτόν. οὐκοῦν ἐπὶ τούτων τὸ μὲν ῾῾οὗτοι ἔγημαν᾽᾽ ἀξίωμα συντελεστικὸν ὂν ἀληθές ἐστιν, τὸ δ' ῾῾οὗτοι γαμοῦσι᾽᾽ παρατατικὸν καθεστὼς ψεῦδός ἐστιν˙ ὅτε γὰρ οὗτος ἐγάμει, οὔπω οὗτος ἐγάμει, καὶ ὅτε οὗτος ἐγάμει, οὐκέτι μει, οὔπω οὗτος ἐγάμει, καὶ ὅτε οὗτος ἐγάμει, οὐκέτι οὗτος ἐγάμει. τότε δ' ἂν ἦν ἀληθὲς ἐπ' αὐτῶν τὸ ῾῾οὗτοι γαμοῦσιν᾽᾽, εἰ ὁμόσε ἐγάμουν. δύναται οὖν τοῦ συντελεστικοῦ ἀληθοῦς ὄντος ψεῦδος εἶναι τὸ τούτου παρατατικόν.