1.

[10.98] τοιοῦτο δέ ἐστι καὶ τὸ ῾῾Ἑλένη τρεῖς ἔσχεν ἄνδρας᾽᾽˙ οὔτε γὰρ ὅτε Μενέλαον εἶχεν ἐν Σπάρτῃ ἄνδρα οὔθ' ὅτε Πάριν ἐν Ἰλίῳ, οὔθ' ὅτε θανόντος τούτου Δηιφόβῳ ἐγαμήθη, ἀληθές ἐστι τὸ παρατατικὸν τὸ ῾῾τρεῖς ἔχει ἄνδρας᾽᾽, ἀληθοῦς ὄντος τοῦ συντελεστικοῦ τοῦ ῾῾τρεῖς ἔσχεν ἄνδρας᾽᾽.