1.

[10.99] σοφίζεται δὲ ἐν τούτοις ὁ Διόδωρος, καὶ παρ' ἀμφιβολίαν βούλεται ἡμᾶς πλανᾶν. τὸ γὰρ ῾῾οὗτοι ἔγημαν᾽᾽ δύο σημαίνει, ἓν μὲν πληθυντικὸν καὶ ἴσον τῷ ῾῾οὗτοι συνέγημαν᾽᾽, ὅπερ ἐστὶ ψεῦδος, ἕτερον δὲ τὸ κατὰ περίληψιν ἑνικοῦ πράγματος ἐγκεκλιμένου ἀπὸ τοῦ ῾῾οὗτος ἔγημεν᾽᾽ καὶ ἑτέρου ἑνικοῦ τοῦ ῾῾οὗτος ἔγημεν᾽᾽, ὧν πάλιν ἐνικῶν τὰ παρατατικά ἐστιν ἀληθῆ, τὸ ῾῾οὗτος γαμεῖ᾽᾽ καὶ τὸ ῾῾οὗτος γαμεῖ᾽᾽˙ ἐπ' ἀμφοτέρων γὰρ ἀληθῆ γέγονε ταῦτα.