1.

[10.100] ἀμήχανον οὖν ἐστι τῶν παρατατικῶν ψευδῶν ὄντων ἀληθῆ εὑρίσκεσθαι τὰ τούτων συντελεστικά, ἀλλ' ἀνάγκη συναναιρεῖσθαι ἢ συνυπάρχειν τὰ ἕτερα τοῖς ἑτέροις.
Νὴ Δί', ἀλλ' εἰς τὴν αὐτὴν ὑπόθεσιν καὶ ἑτέραν ὁ Διόδωρος κομίζεται παραμυθίαν, σαφεστέρῳ χρώμενος ὑποδείγματι.