1.

[10.101] βαλλέσθω γάρ, φησί, σφαῖρα εἰς τὸν ὑπερκείμενον ὄροφον. οὐκοῦν ἐν τῷ μεταξὺ τῆς βολῆς χρόνῳ τὸ μὲν παρατατικὸν ἀξίωμα ῾῾ἅπτεται ἡ σφαῖρα τῆς ὀροφῆς᾽᾽ ψεῦδός ἐστιν˙ ἔτι γὰρ ἐπιφέρεται. ὅταν δὲ ἅψηται τῆς ὀροφῆς, γίνεται ἀληθὲς τὸ συντελεστικόν, τὸ ῾῾ἥψατο ἡ σφαῖρα τῆς ὀροφῆς᾽᾽. ἐνδέχεται ἄρα ψεύδους ὄντος τοῦ παρατατικοῦ ἀληθὲς ὑπάρχειν τὸ συντελεστικόν, καὶ διὰ τοῦτο μὴ κινεῖσθαι μέν τι παρατατικῶς, κεκινῆσθαι δὲ συντελεστικῶς.