HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,102
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,102.rdf
1.
[10.102] μήποτε δὲ κἀνταῦθα πλανᾶται. τὸ γὰρ παρατατικὸν τὸ "ἅπτεται ἡ σφαῖρα τῆς ὀροφῆς"
γίνεται ἀληθές, οὐχ ὅτε φέρεται ἐν τῷ μεταξὺ ἀέρι ἡ σφαῖρα, ἀλλ' ὅτε ἄρχεται ἅπτεσθαι τῆς
ὀροφῆς. ὅταν δὲ τερματίσασα τὴν ψαῦσιν ὑπονοστήσῃ, τότε καὶ τὸ συντελεστικὸν γίνεται ἀληθές, τὸ
"ἥψατο ἡ σφαῖρα τῆς ὀροφῆς". ἄτοπος οὖν ἐστιν ὁ Διόδωρος τοῦ μὲν κεκινῆσθαι περιεχόμενος ὡς ἀληθοῦς, τοῦ δὲ κινεῖσθαι ἀφιστάμενος ὡς
ψεύδους, δέον ἢ ἀμφοτέροις συγκατατίθεσθαι ἢ ἀμφοτέρων ἀφίστασθαι.