1.

[10.102] μήποτε δὲ κἀνταῦθα πλανᾶται. τὸ γὰρ παρατατικὸν τὸ "ἅπτεται ἡ σφαῖρα τῆς ὀροφῆς" γίνεται ἀληθές, οὐχ ὅτε φέρεται ἐν τῷ μεταξὺ ἀέρι ἡ σφαῖρα, ἀλλ' ὅτε ἄρχεται ἅπτεσθαι τῆς ὀροφῆς. ὅταν δὲ τερματίσασα τὴν ψαῦσιν ὑπονοστήσῃ, τότε καὶ τὸ συντελεστικὸν γίνεται ἀληθές, τὸ "ἥψατο ἡ σφαῖρα τῆς ὀροφῆς". ἄτοπος οὖν ἐστιν ὁ Διόδωρος τοῦ μὲν κεκινῆσθαι περιεχόμενος ὡς ἀληθοῦς, τοῦ δὲ κινεῖσθαι ἀφιστάμενος ὡς ψεύδους, δέον ἢ ἀμφοτέροις συγκατατίθεσθαι ἢ ἀμφοτέρων ἀφίστασθαι.