1.

[10.103] (§§ 103-104 Cfr. PH III 72) Οἱ δὲ φάσκοντες δύνασθαί τι κινεῖσθαι ἐν ᾧ ἔστι τόπῳ, καὶ τοῦτο μὲν τὰς σφαίρας, τοῦτο δὲ τοὺς ἄξονας καὶ τὰ τύμπανα παρατιθέμενοι, οὐ λύουσι τὴν ἀπορίαν, ἀλλ' ὁμοίως ἐγκυλίονται αὐτῇ. ἕκαστον γὰρ τῶν τοιούτων σωμάτων, καθὼς καὶ ἀνώτερον ὑπεδείκνυμεν (Cfr. § 52), καθ' ὁλότητα μὲν μένει ἐν τῷ αὐτῷ τόπῳ, κατὰ μέρη δὲ ἀλλάττει τοὺς τόπους, τοῦ μὲν ἄνω ἀντιλαμβάνοντος τὸν τοῦ κάτω τόπον, τοῦ δὲ κάτω τὸν τοῦ ἄνω.