1.

[10.105] (§§ 105-107 Cfr. PH III 73) Ἀλλ' ἀκολούθως - ἔφασκόν τινες (Cfr. § 94) παρὰ τὴν ἔννοιαν τοῦ κινουμένου κεκομίσθαι τὸν λόγον˙ νοεῖσθαι γὰρ τὸ κινούμενον ὡς δυεῖν ἐχόμενον τόπων, τοῦ τ' ἐξ οὗ κινεῖται, τοῦ τ' εἰς ὃν μετέρχεται. ῥᾴδιον δέ ἐστι καὶ πρὸς τούτους ὑπαντῶντας λέγειν ὅτι, κἂν τοιαύτην εἶναι συμβεβήκῃ τὴν τοῦ κινουμένου νόησιν, οὐδὲν πρὸς τὸ προκείμενον διὰ τὸ μὴ περὶ τῆς νοήσεως τοῦ κινεῖσθαι νῦν εἶναι τὴν ζήτησιν τοῖς ἀπορητικοῖς προηγουμένως, ἀλλὰ περὶ τῆς ὑπάρξεως, ὑπὲρ ἧς οὐδὲν εἰρήκασιν οἱ τῇ τοιαύτῃ χρησάμενοι ἐνστάσει.