1.

[10.106] οὐ μὴν ἀλλὰ κἂν τὸν λόγον ἀνατρέψωμεν, οὐδὲν ἕξουσιν εἰπεῖν πρὸς ἡμᾶς. ὅταν γὰρ φάσκωσι τὸ κινούμενον δυεῖν ἔχεσθαι τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται, πευσόμεθ' αὐτῶν, πότε μέτεισιν ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου τὸ κινούμενον εἰς τὸν ἕτερον. ἆρά γε ὅτε ἐν τῷ πρώτῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ; ἀλλ' ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἔστιν, οὐ μετέρχεται εἰς ἕτερον. ἔτι γὰρ ἐν τῷ πρώτῳ ἔστιν.