1.

[10.107] ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, ἀλλ' ἐν τῷ δευτέρῳ, πάλιν οὐ μετέρχεται, ἀλλὰ μετελήλυθεν ἤδη˙ τῶν γὰρ ἀμηχάνων ἐστὶ καὶ τῶν ἀνεπινοήτων τὸ μετελθεῖν τι ἐξ ἐκείνου τοῦ τόπου τοῦ ἐν ᾧ μὴ ἔστιν. ὥστε κἂν τοιαύτην ἔχωμεν τοῦ κινουμένου νόησιν, μένει οὐδὲν ἧττον ἡ ἀρχῆθεν ἀπορία.