1.

[10.108] (§§ 108-110 Cfr. PH III 75) Καὶ μὴν οἱ λέγοντες διχῶς (Cfr. § 95) καλεῖσθαι τὸν τόπον, ἐν πλάτει τε καὶ κατ' ἀκρίβειαν, διὰ δὲ τοῦτο καὶ τὴν κίνησιν ἐν τῷ κατὰ πλάτος νοουμένῳ τόπῳ δύνασθαι συμβαίνειν, οὐ πρὸς νοῦν ὑπαντῶσιν. προηγεῖται γὰρ τοῦ κατὰ πλάτος νοουμένου τόπου ὁ κατ' ἀκρίβειαν, καὶ ἀδύνατόν ἐστιν ἐν τῷ κατὰ πλάτος τόπῳ κινηθῆναί τι μὴ προκινηθὲν ἐν τῷ κατ' ἀκρίβειαν˙