1.

[10.109] ὡς γὰρ οὗτος περιεκτικός ἐστι τοῦ κινουμένου σώματος, οὕτως ὁ κατὰ πλάτος τόπος σὺν τῷ κινουμένῳ σώματι καὶ τὸν κατ' ἀκρίβειαν τόπον περιέσχηκεν. καθάπερ οὖν οὐδεὶς δύναται ἐν σταδιαίῳ κινεῖσθαι διαστήματι μὴ προκινηθεὶς ἐν τῷ πηχυαίῳ διαστήματι, ὧδε τῶν ἀδυνάτων ἐστὶν ἐν τῷ κατὰ πλάτος τόπῳ κινεῖσθαι μὴ κινούμενον ἐν τῷ κατ' ἀκρίβειαν.