1.

[10.110] ἠρώτηκε δὲ ὁ Διόδωρος τὸν ἐκκείμενον λόγον κατὰ τῆς κινήσεως τοῦ κατ' ἀκρίβειαν ἐχόμενος τόπου˙ τοίνυν ἀναιρουμένης ἐπὶ τούτου τῆς κινήσεως οὐθεὶς ἀπολείπεται λόγος ἐπὶ τοῦ κατὰ πλάτος τόπου.
Τὸ μὲν γὰρ μοχθηρὸν εἶναι τὸν λόγον φάσκειν διὰ τὸ ἀπὸ διεζευγμένου ἄρχεσθαι καὶ τοῦτο ψευδοποιεῖν (Cfr. §§ 87 et 96) τὸ διεζευγμένον τελέως ἐστὶ ληρῶδες.