1.

[10.111] κατ' ἀκολουθίαν γὰρ γέγονε τὰ τῆς ἐρωτήσεως, καὶ δύναμιν ἔχει τοιαύτην˙ ῾῾εἰ κινεῖταί τι, κατὰ τὸν ἕτερον τῶν προειρημένων τρόπων ὀφείλει κινεῖσθαι˙ οὐχὶ δέ γε τὸ δεύτερον˙ οὐκ ἄρα τὸ πρῶτον.᾽᾽ εἰ γὰρ ὄντος τοῦ πρώτου ἔστι τὸ δεύτερον, τοῦ δευτέρου μὴ ὄντος οὐδὲ τὸ πρῶτον ἔσται. ὅπερ καὶ κατὰ τὰς αὐτῶν τῶν διαλεκτικῶν ὑποθέσεις ὑγιές ἐστιν.