1.

[10.112] Ταῦτα μὲν οὖν πρὸς τὰ ἀντιλεγόμενα τῷ ὑπὸ Διοδώρου (Cfr.
T. 129 (ed).
=SSR II F 14 (ed).
) κομισθέντι λόγῳ ἀναγκαῖον ἦν εἰπεῖν. κομίζει δὲ καὶ ἄλλους τινὰς λόγους οὐχ οὕτως ἐμβριθεῖς, ἀλλὰ σοφιστικωτέρους, ὧν τὴν ἔκθεσιν ποιησόμεθα εἰς τὸ δύνασθαι κατὰ τὰς ζητήσεις ἕκαστον αὐτῶν ἐκκλίνειν. εὐθέως γάρ, φησί, τὸ κινούμενον ἐν τόπῳ ἔστιν, τὸ δὲ ἐν τόπῳ ὂν οὐ κινεῖται˙ τὸ ἄρα κινούμενον οὐ κινεῖται.