1.

[10.114] ἵνα γάρ τι εἰλικρινῶς κινηθῇ, τουτέστιν ὅλον δι' ὅλου, πρότερον ὀφείλει νοεῖσθαι κατ' ἐπικράτειαν κινούμενον, ὃν τρόπον ἵνα τις κατ' εἰλικρίνειαν γένηται πολιός, ὀφείλει κατ' ἐπικράτειαν πεπολιῶσθαι, καὶ ἵνα τις κατ' εἰλικρίνειαν ληφθῇ σωρός, ὀφείλει κατ' ἐπικράτειαν γεγονέναι σωρός˙ κατὰ τὸν ὅμοιον τρόπον ἡγεῖσθαι δεῖ τῆς κατ' εἰλικρίνειαν κινήσεως τὴν κατ' ἐπικράτειαν˙ ἐπίτασις γὰρ τῆς κατ' ἐπικράτειάν ἐστιν ἡ κατ' εἰλικρίνειαν.