1.

[10.115] οὐχὶ δέ γε ἔστι τις κατ' ἐπικράτειαν κίνησις, ὡς παραστήσομεν˙ τοίνυν οὐδ' ἡ κατ' εἰλικρίνειαν γενήσεται. ὑποκείσθω γὰρ ἐκ τριῶν ἀμερῶν συνεστὼς σῶμα, δυεῖν μὲν κινουμένων ἑνὸς δὲ ἀκινητίζοντος˙ τοῦτο γὰρ ἡ κατ' ἐπικράτειαν ἀπαιτεῖ κίνησις.