1.

[10.117] καὶ εἰ τὸ ἐκ τῶν πέντε συγκείμενον κινεῖται, πάντως καὶ ἕκτου προσελθόντος ἀμεροῦς κινήσεται, ἰσχυροτέρων ὄντων τῶν πέντε παρὰ τὸ ἕν. καὶ οὕτω μέχρι μυρίων ἀμερῶν προέρχεται ὁ Διόδωρος δεικνύς, ὅτι ἀνυπόστατός ἐστιν ἡ κατ' ἐπικράτειαν κίνησις˙ ἄτοπον γάρ, φησί, τὸ λέγειν κατ' ἐπικράτειαν κινεῖσθαι σῶμα ἐφ' οὗ ἐνακισχίλια ἐνακόσια ἐνενήκοντα ὀκτὼ ἀκινητίζει ἀμερῆ καὶ δύο μόνον κινεῖται. ὥστε οὐδὲν κατ'ἐπικράτειαν κινεῖται. εἰ δὲ τοῦτο, οὐδὲ κατ' εἰλικρίνειαν, ᾧ ἕπεται τὸ μηδὲν κινεῖσθαι.