1.

[10.118] Ἀλλὰ γὰρ ἡ μὲν ἐπιχείρησις τοιαύτη πώς ἐστιν, φαίνεται δὲ καὶ σοφιστικὴ καὶ παρακείμενον ἔχουσα τὸν ἔλεγχον˙ ἅμα γὰρ τῇ τοῦ πρώτου ἀμεροῦς προσθέσει οἴχεται ἡ κατ' ἐπικράτειαν κίνησις, δυεῖν κινουμένων ἀμερῶν (Cfr. § 116), δυεῖν δὲ ἀκινητιζόντων. ὅθεν τὰς μὲν τοιαύτας ἐπιχειρήσεις παραιτητέον, ἐκείνοις δὲ μάλιστα χρηστέον τοῖς λόγοις˙