1.

[10.119] εἰ κινεῖταί τι, νῦν κινεῖται˙ εἰ νῦν κινεῖται, ἐν τῷ ἐνεστῶτι χρόνῳ κινεῖται˙ εἰ δὲ ἐν τῷ ἐνεστῶτι χρόνῳ κινεῖται, ἐν ἀμερεῖ χρόνῳ ἄρα κινεῖται. εἰ γὰρ μερίζεται ὁ ἐνεστὼς χρόνος, πάντως εἰς τὸν παρῳχημένον καὶ μέλλοντα μερισθήσεται, καὶ οὕτως οὐκέτ' ἔσται ἐνεστώς.