1.

[10.124] (§§ 124-126 Cfr. PH III 78) εἰ γοῦν ἐπὶ τῶν αἰσθητῶν τούτων σωμάτων νοήσωμέν τινα κατὰ σταδιαίου τροχάζοντα διαστήματος, πάντως ὑποπεσεῖται, ὅτι ὀφείλει ὁ τοιοῦτος τὸ πρῶτον ἡμιστάδιον ἀνύειν πρῶτον καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον˙ τὸ γὰρ ὑφ' ἓν ἀξιοῦν τὸ ὅλον ἀνύειν τοῦ σταδίου διάστημα τελέως ἄτοπον.