1.

[10.125] καὶ εἰ τέμοιμεν τὸ ἕτερον ἡμιστάδιον εἰς δύο τεταρτημόρια, πάντως πρῶτον διελεύσεται τὸ πρῶτον τεταρτημόριον˙ καὶ εἰ εἰς πλείονα τέμοιμεν, ὡσαύτως. κἂν κατὰ πεφωτισμένου δὲ τροχάζῃ τοῦ σταδίου, φαίνεται ὡς οὐχ ὑφ' ἓν σκιάσει τὸ στάδιον, ἀλλὰ τὸ μέν τι πρῶτον μέρος, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον.