1.

[10.127] καὶ ἄλλως δὲ ἔνεστι ταύτην ἀνελεῖν τὴν δόξαν, πολλαῖς καὶ ποικίλαις εἰς τοῦτο χρωμένους ὑποθέσεσιν. ὑποκείσθω γὰρ πηχυαῖον διάστημα, καὶ διωρίσθω κατὰ τὴν μεσότητα εἰς δύο ἡμιπήχεα. διωρίσθω δὲ καὶ τὰ παλαιστιαῖα διαστήματα αὐτοῦ, καὶ ἔστω τὰ διορίζοντα στερεὰ πρὸς τὸ ἀντικόπτειν καὶ ἱστᾶν δύνασθαι τὸ κινούμενον. εἰ οὖν τὸ κινούμενον ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον ἄθρουν ἀνύει μεριστὸν διάστημα, καὶ οὐ κατὰ τὸ πρότερον πρότερον ἡ κίνησις, καὶ τὸ κατὰ τοῦ προειρημένου διαστήματος κινούμενον σῶμα ὑφ' ἕνα χρόνον ὑπὸ τοῦ τὰ δύο ἡμιπηχυαῖα διορίζοντος ἀντικοπήσεται σώματος καὶ ὑπὸ τοῦ τὰ παλαιστιαῖα.