1.

[10.128] ἀλλ' εἰ ἐν τῷ αὐτῷ χρόνῳ ὑπὸ τούτων ἀντικοπήσεται, ἔσται τὸ αὐτὸ ἅμα καὶ κεκινημένον καὶ μὴ κεκινημένον˙ ᾗ μὲν γὰρ ἀντέκοψεν αὐτῷ τὸ διοριστικὸν τῶν ἡμιπηχυαίων διαστημάτων, κεκίνηται τὸ ἡμιπηχυαῖον διάστημα, ᾗ δὲ καὶ τὸ διοριστικὸν τοῦ παλαιστιαίου ἀντέκοψεν, πάλιν οὐ κεκίνηται τὸ αὐτὸ διάστημα. ἄτοπον δέ γε τὸ αὐτὸ λέγειν ἅμα κεκινῆσθαι καὶ μὴ κεκινῆσθαι. ἄτοπον ἄρα καὶ τὸ ἀξιοῦν τὸ κινούμενον ἄθρουν ὑφ' ἓν μεριστὸν ἀνύειν διάστημα καὶ μὴ κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι.